Add parallel Print Page Options

Σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ. πρεσβύτας νηφαλίους εἶναι, σεμνούς, σώφρονας, ὑγιαίνοντας τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ.

Πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς, μὴ διαβόλους [a]μηδὲ οἴνῳ πολλῷ δεδουλωμένας, καλοδιδασκάλους, ἵνα [b]σωφρονίζωσι τὰς νέας φιλάνδρους εἶναι, φιλοτέκνους, σώφρονας, ἁγνάς, [c]οἰκουργούς, ἀγαθάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ θεοῦ βλασφημῆται.

Τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν· περὶ πάντα σεαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων, ἐν τῇ διδασκαλίᾳ [d]ἀφθορίαν, [e]σεμνότητα, λόγον ὑγιῆ ἀκατάγνωστον, ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ μηδὲν ἔχων [f]λέγειν περὶ ἡμῶν φαῦλον.

Δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι ἐν πᾶσιν, εὐαρέστους εἶναι, μὴ ἀντιλέγοντας, 10 μὴ νοσφιζομένους, ἀλλὰ [g]πᾶσαν πίστιν ἐνδεικνυμένους ἀγαθήν, ἵνα τὴν διδασκαλίαν [h]τὴν τοῦ σωτῆρος ἡμῶν θεοῦ κοσμῶσιν ἐν πᾶσιν.

11 Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ [i]θεοῦ σωτήριος πᾶσιν ἀνθρώποις 12 παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, 13 προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν [j]Ἰησοῦ Χριστοῦ, 14 ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων.

15 Ταῦτα λάλει καὶ παρακάλει καὶ ἔλεγχε μετὰ πάσης ἐπιταγῆς· μηδείς σου περιφρονείτω.

Ὑπομίμνῃσκε αὐτοὺς [k]ἀρχαῖς ἐξουσίαις ὑποτάσσεσθαι πειθαρχεῖν, πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι, μηδένα βλασφημεῖν, ἀμάχους εἶναι, ἐπιεικεῖς, πᾶσαν ἐνδεικνυμένους πραΰτητα πρὸς πάντας ἀνθρώπους. ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοί, μισοῦντες ἀλλήλους. ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν θεοῦ, οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ [l]ἃ ἐποιήσαμεν ἡμεῖς ἀλλὰ κατὰ [m]τὸ αὐτοῦ ἔλεος ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος ἁγίου, οὗ ἐξέχεεν ἐφ’ ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν, ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι κληρονόμοι [n]γενηθῶμεν κατ’ ἐλπίδα ζωῆς αἰωνίου.

Πιστὸς ὁ λόγος, καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσιν καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες θεῷ. ταῦτά [o]ἐστιν καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις· μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ [p]ἔρεις καὶ μάχας νομικὰς περιΐστασο, εἰσὶν γὰρ ἀνωφελεῖς καὶ μάταιοι. 10 αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, 11 εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει, ὢν αὐτοκατάκριτος.

12 Ὅταν πέμψω Ἀρτεμᾶν πρὸς σὲ ἢ Τυχικόν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν, ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι. 13 ζηνᾶν τὸν νομικὸν καὶ [q]Ἀπολλῶν σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ. 14 μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι.

15 Ἀσπάζονταί σε οἱ μετ’ ἐμοῦ πάντες. ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. ἡ χάρις μετὰ πάντων [r]ὑμῶν.

Footnotes

  1. ΠΡΟΣ ΤΙΤΟΝ 2:3 μηδὲ WH Treg ] μὴ NIV RP
  2. ΠΡΟΣ ΤΙΤΟΝ 2:4 σωφρονίζωσι WH NIV RP] σωφρονίζουσιν Treg
  3. ΠΡΟΣ ΤΙΤΟΝ 2:5 οἰκουργούς WH Treg NIV ] οἰκουρούς RP
  4. ΠΡΟΣ ΤΙΤΟΝ 2:7 ἀφθορίαν WH Treg NIV ] ἀδιαφθορίαν RP
  5. ΠΡΟΣ ΤΙΤΟΝ 2:7 σεμνότητα WH Treg NIV ] + ἀφθαρσίαν RP
  6. ΠΡΟΣ ΤΙΤΟΝ 2:8 λέγειν περὶ ἡμῶν WH Treg NIV ] περὶ ἡμῶν λέγειν RP
  7. ΠΡΟΣ ΤΙΤΟΝ 2:10 πᾶσαν πίστιν WH Treg NIV ] πίστιν πᾶσαν RP
  8. ΠΡΟΣ ΤΙΤΟΝ 2:10 τὴν WH Treg NIV ] – RP
  9. ΠΡΟΣ ΤΙΤΟΝ 2:11 θεοῦ WH Treg NIV ] + ἡ RP
  10. ΠΡΟΣ ΤΙΤΟΝ 2:13 Ἰησοῦ Χριστοῦ NIV RP ] Χριστοῦ Ἰησοῦ WH Treg
  11. ΠΡΟΣ ΤΙΤΟΝ 3:1 ἀρχαῖς WH Treg NIV ] + καὶ RP
  12. ΠΡΟΣ ΤΙΤΟΝ 3:5 WH Treg NIV ] ὧν RP
  13. ΠΡΟΣ ΤΙΤΟΝ 3:5 τὸ αὐτοῦ ἔλεος WH Treg NIV ] τὸν αὐτοῦ ἔλεον RP
  14. ΠΡΟΣ ΤΙΤΟΝ 3:7 γενηθῶμεν WH Treg NIV ] γενώμεθα RP
  15. ΠΡΟΣ ΤΙΤΟΝ 3:8 ἐστιν WH Treg NIV ] + τὰ RP
  16. ΠΡΟΣ ΤΙΤΟΝ 3:9 ἔρεις Treg NIV RP ] ἔριν WH
  17. ΠΡΟΣ ΤΙΤΟΝ 3:13 Ἀπολλῶν WH NIV ] Ἀπολλὼ Treg RP
  18. ΠΡΟΣ ΤΙΤΟΝ 3:15 ὑμῶν WH Treg NIV ] + Ἀμήν RP